1 Ὑπολαβὼν δὲ Βαλδαδ ὁ Σαυχίτης λέγει
2 Τί γὰρ προοίμιον ἢ φόβος παρ αὐτοῦ, ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ
3 μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ αὐτοῦ
4 πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός
5 εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.
6 ἔα δέ, ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ.